TLG 2215 002 :: AR(I)AETHUS :: Fragmenta

AR(I)AETHUS Hist.
(Tegeates: a. 2 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 318–319.

  • Frr. 1–5
  • fr. 1 contains Latin text only.

Citation: Fragment — (line)

t1-5

ΑΡΚΑΔΙΚΑ.

1

Hygin. Poet. astr. II, 1. Arctos minor: Ariae‐ thus Tegeates, historiarum scriptor, non Callisto, sed Megisto dicit appellatam, et non Lycaonis, sed Cetes filiam, Lycaonis neptem. Praeterea Ce‐
5tea ipsum Engonasin nominari. Reliqua vero su‐ perioribus conveniunt. Quae res in Nonacri monte Arcadiae gesta narratur.

2a

Schol. Venet. Iliad. δʹ, 319: Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον Ἀγκαῖον (Λύκαιον?) ὄρος. Νέστωρ δὲ μονομαχήσας ἐκ προκλή‐ σεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ, ὡς ἔνιοι, Ἀφεί‐
5δαντος ἀνεῖλε, καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν, οἱ δὲ Ἀρκάδες, ἔτι σκαρίζοντος τοῦ Ἐρευ‐ θαλίωνος, ἐφορμήσαντες τοῖς Πυλίοις συνέβαλον, καὶ οὕτως ἐνίκησαν. Θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα·
10Ἐνθάδ’ Ἐρευθαλίωνι φίλοις τ’ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο. Ἱστορεῖ Ἀρίαιθος.

2b

Schol. Victor. l. l.: Πύλιοι μὲν οὖν πρὸς Ἀρκάδας ἐπολέμουν περὶ ὅρων γῆς. Γίνεται δ’ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποταμόν. Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προ‐
5τρεπομένου τὸν βουλόμενον, Νέστωρ ἀντιστὰς ἐνίκησεν. Ὑπὸ δὲ τῆς ἡδονῆς ἁλλόμενος ἐκπεπήδηκε τοῦ περιο‐ ρισθέντος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικῆσαι τὸν μὴ ἐξελθόντα τοῦ τόπου, καὶ συμ‐ βαλόντες ἐκ δευτέρου, εἶτα κοινῇ περιγράψαντες τοὺς
10χώρους, ἔθαψαν Ἐρευθαλίωνα, καὶ τῷ σήματι ἐπέ‐ γραψαν·» Ἐνθάδ’ Ἐρευθαλίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆ, γένος ἔξοχον Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.
15Ἱστορεῖ Ἀρίαιθος.

3

Dionysius Hal. A. R. I, 49: Ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν. Οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ
5καὶ τῇ Νήσῳ λεγομένῃ καίπερ οὔσῃ μεσόχθονι, ὑπὸ τελμάτων καὶ ποταμοῦ· τὰς δὲ καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνο‐ μασθείσας ἀπὸ τοῦ Τρωικοῦ· κάπυος. Λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ
10γράψαντι τὰ Ἀρκαδικά.318

4

Schol. Apollon. Rh. II, 498: Φερεκύδης δέ φησι καὶ Ἄραιθος (sic) ἐπὶ κύκνων αὐτὴν (τὴν Κυρήνην) ὀχηθεῖσαν κατὰ Ἀπόλλωνος προαίρεσιν εἰς τὴν Κυρή‐ νην ἀφικέσθαι.

5

Schol. Vatican. Eurip. Rhes. 36: Τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ [ἢ?] Καλλιστοῦς καὶ δύο παῖδας γενομένους (l. καὶ Διὸς παῖδα γενέσθαι?) (ἀφ’ ἧς ὄρος Κυλλήνης)· ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης, ὡς
5καὶ Εὐφορίων· ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι τραφέντα παρ’ ἐκείναις. Ἀρ.ῆθος (sic) δὲ ὁ Τεγεάτης Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γε‐ νεαλογεῖ. Ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆ‐
10σθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους.319